Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.35 Dem. 56.38 (English) >>Dem. 56.41

56.37ἄνδρες Ἀθηναῖοι, πάνυ ἁπλοῦν ἐστιν διαγνῶναι ὑμῖν ὑπὲρ ταύτης τῆς δίκης, καὶ οὐδὲν δεῖ λόγων πολλῶν. ναῦς ὅτι μὲν σέσῳσται καὶ ἔστιν σῶς, καὶ παρʼ αὐτῶν τούτων ὁμολογεῖται (οὐ γὰρ ἂν ἀπεδίδοσαν τό τε ἀρχαῖον δάνειον καὶ τῶν τόκων μέρος τι), οὐ κατακεκόμισται δʼ εἰς τὸν Πειραιᾶ. διὰ τοῦτο ἡμεῖς μὲν οἱ δανείσαντες ἀδικεῖσθαί φαμεν, καὶ ὑπὲρ τούτου δικαζόμεθα, ὅτι οὐ κατέπλευσεν εἰς τὸ συγκείμενον ἐμπόριον. 56.38Διονυσόδωρος δὲ οὔ φησιν ἀδικεῖν διʼ αὐτὸ τοῦτο· οὐ γὰρ δεῖν αὑτὸν ἀποδοῦναι πάντας τοὺς τόκους, ἐπειδὴ ναῦς οὐ κατέπλευσεν εἰς τὸν Πειραιᾶ. δὲ συγγραφὴ τί λέγει; οὐ μὰ Δίʼ οὐ ταῦτα σὺ λέγεις, Διονυσόδωρε· ἀλλʼ ἐὰν μὴ ἀποδῷς τὸ δάνειον καὶ τοὺς τόκους μὴ παράσχῃς τὰ ὑποκείμενα ἐμφανῆ καὶ ἀνέπαφα, ἄλλο τι παρὰ τὴν συγγραφὴν ποιήσῃς, ἀποτίνειν κελεύει σε διπλάσια τὰ χρήματα. καί μοι λέγε αὐτὸ τοῦτο τῆς συγγραφῆς.Συγγραφή

ἐὰν δὲ ... μὴ παράσχωσι τὰ ὑποκείμενα ἐμφανῆ καὶ ἀνέπαφα, ποιήσωσίν τι παρὰ τὴν συγγραφήν, ἀποδιδότωσαν διπλάσια τὰ χρήματα.

56.39ἔστιν οὖν ὅποι παρέσχηκας ἐμφανῆ τὴν ναῦν, ἀφʼ οὗ τὰ χρήματα ἔλαβες παρʼ ἡμῶν, ὁμολογῶν σῶν εἶναι αὐτός; καταπέπλευκας ἐξ ἐκείνου τοῦ χρόνου εἰς τὸ Ἀθηναίων ἐμπόριον, τῆς συγγραφῆς διαρρήδην λεγούσης εἰς τὸν Πειραιᾶ κατάγειν τὴν ναῦν καὶ ἐμφανῆ παρέχειν τοῖς δανείσασιν;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.35 Dem. 56.38 (English) >>Dem. 56.41

Powered by PhiloLogic